Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.1 Dem. 49.2 (English) >>Dem. 49.5

49.1μηδενὶ ὑμῶν ἄπιστον γενέσθω, ἄνδρες δικασταί, εἰ Τιμόθεος ὀφείλων ἀργύριον τῷ πατρὶ τῷ ἐμῷ φεύγει νῦν ὑπʼ ἐμοῦ ταύτην τὴν δίκην. ἀλλʼ ἐπειδὰν ὑμᾶς ἀναμνήσω τόν τε καιρὸν ἐν τὸ συμβόλαιον ἐγένετο, καὶ τὰ συμβάντα τούτῳ ἐν ἐκείνῳ τῷ χρόνῳ, καὶ εἰς ὅσην ἀπορίαν κατέστη οὗτος, τότε ἡγήσεσθε τὸν μὲν πατέρα τὸν ἐμὸν βέλτιστον γενέσθαι περὶ Τιμόθεον, τοῦτον δὲ οὐ μόνον ἀχάριστον εἶναι, 49.2ἀλλὰ καὶ ἀδικώτατον πάντων ἀνθρώπων, ὅς γε τυχὼν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ ὅσων ἐδεήθη καὶ λαβὼν ἀργύριον ἀπὸ τῆς τραπέζης, ἐν πολλῇ ἀπορίᾳ ὢν κἀν κινδύνοις τοῖς μεγίστοις καθεστηκὼς περὶ τῆς ψυχῆς, οὐ μόνον οὐκ ἀπέδωκε χάριν, ἀλλὰ καὶ τὸ δοθὲν ἀποστερεῖ με. καίτοι σφαλέντος μὲν τούτου ἀπώλλυτο καὶ τῷ πατρὶ τῷ ἐμῷ τὸ συμβόλαιον· οὔτε γὰρ ἐπʼ ἐνεχύρῳ οὔτε μετὰ μαρτύρων ἔδωκεν· σωθέντος δὲ ἐπὶ τούτῳ ἐγίγνετο, ὁπότε βούλοιτο εὐπορήσας ἡμῖν ἀποδοῦναι. 49.3ἀλλʼ ὅμως, ἄνδρες δικασταί, οὐ περὶ πλείονος ἐποιήσατο πατὴρ περιουσίαν χρημάτων μᾶλλον οὐ Τιμοθέῳ ὑπηρετῆσαι ὧν ἐδεήθη αὐτοῦ, ἐν ἀπορίᾳ ὄντι. ᾤετο μὲν οὖν, ἄνδρες δικασταί, πατήρ, εἰ σωθείη Τιμόθεος τότε ἐξ ἐκείνων τῶν κινδύνων καὶ ἀφίκοιτο οἴκαδε παρὰ βασιλέως, εὐπορωτέρου γενομένου τούτου ὡς τότε διέκειτο, οὐ μόνον τὰ ἑαυτοῦ κομιεῖσθαι, ἀλλὰ καὶ ἄλλου εἴ του δέοιτο πρὸς Τιμόθεον πρᾶξαι ὑπάρξειν αὑτῷ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.1 Dem. 49.2 (English) >>Dem. 49.5

Powered by PhiloLogic